|
HOLY BIBLE MONOTONIC Λκ 10:21 Εν αυτή τή ώρα ηγαλλιάσατο <εν> τώ πνεύματι τώ αγίω καί είπεν, Εξομολογούμαί σοι, πάτερ, κύριε τού ουρανού καί τής γής, ότι απέκρυψας ταύτα από σοφών καί συνετών, καί απεκάλυψας αυτά νηπίοις: ναί, ο πατήρ, ότι ούτως ευδοκία εγένετο έμπροσθέν σου. Λκ 10:22 Πάντα μοι παρεδόθη υπό τού πατρός μου, καί ουδείς γινώσκει τίς εστιν ο υιός ει μή ο πατήρ, καί τίς εστιν ο πατήρ ει μή ο υιός καί ώ εάν βούληται ο υιός αποκαλύψαι. Λκ 10:23 Καί στραφείς πρός τούς μαθητάς κατ' ιδίαν είπεν, Μακάριοι οι οφθαλμοί οι βλέποντες ά βλέπετε. Λκ 10:24 λέγω γάρ υμίν ότι πολλοί προφήται καί βασιλείς ηθέλησαν ιδείν ά υμείς βλέπετε καί ουκ είδον, καί ακούσαι ά ακούετε καί ουκ ήκουσαν. POLYTONIC Λκ 10:21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο <ἐν> τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις: ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. Λκ 10:22 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καί τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐᾶν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Λκ 10:23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ' ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λκ 10:24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
|