|
PLATO - Timaeus 22 C-D MONOTONIC Το γάρ ούν και παρ' υμίν λεγόμενον, ώς ποτε Φαέθων Ηλίου παίς το του πατρός άρμα ζεύξας δια το μή δυνατός είναι κατά την του πατρός οδόν ελαύνειν τα τ' επί της γής ξυνέκαυσε και αυτός κεραυνωθείς διεφθάρη, τούτο μύθου μέν σχήμα έχον λέγεται, το δέ αληθές εστι των περί γήν και κατ' ουρανόν ιόντων παράλλαξις και διά μακρόν χρόνον γιγνομένη των επί γής πυρί πολλώ φθορά.Τότε ούν όσοι κατ' όρη και εν υψηλοίς τόποις και εν ξηροίς οικούσι, μάλλον διόλλυνται των ποταμοίς και θαλάττη προσοικούντων ημίν δε ο Νείλος είς τε τα άλλα σωτήρ και τότε εκ ταύτης της απορίας σώζει λυόμενος. POLYTONIC Τὸ γὰρ οὖν καὶ παρ' ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τὰ τ' ἐπὶ τῆς γῆς ξυνέκαυσε καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δὲ ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ' οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρὸν χρόνον γιγνομένη τῶν ἐπὶ τῆς γῆς πυρὶ πολλῷ φθορά.Τότε οὖν ὅσοι κατ' ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσι, μᾶλλον διόλλυνται τῶν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων ἡμῖν δὲ ὁ Νεῖλος εἳς τε τὰ ἄλλα σωτὴρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος.
|